Ταῦτα δ’ ὅμως λέξω πᾶσιν φιλοπατρίσιν Ἄγγλοις,

Ὥσπερ ἀφ’ ὑψηλοῦ βήματος ἔνθα βοῶν,

κράτερ’ αἰχμηταὶ πάντέςτε δαΐφρονες, ὑμεῖς

Τιμᾶτ’ Ἑνρῖκον τὸν βασιλῆα μέγαν,

τῆς παιδείας, κ(αὶ) τῶνγε καλῶν μαλ’ ἐρῶντες

Τιμᾶτ’ πάντες τὸν βασιλῆα σοφὸν,

Παῖδάτ’ Ἐλίσάβετ τιμᾶτε φιλὴν ποτε πατρὶ

Ἰφθίμου πατρὸς τήνγε θύγατρα καλὴν,

Τῷτε θεῷ εὐχαῖς συνεχῶς εὔχεσθε δ’ ἅπαντες

Ὡς ἀρετὰς αὐτὴ ἐκτελέσειε πατρὸς,