Ἀζόμενος πάντας, διὰ τιμῆς ἦγε μεγίστης,

Ταύτηντ’ Ὀξονίας εὖ ἐποίησε σχολὴν,

Διδάσκειν προκαλῶν ἐπὶ ταῖς μισθώσεσι λαμπραῖς

Τῶν μὲν ἐπιστήμων εἵνεκα τῶνγε καλῶν,

Τῶντ’ ἐπιτηδευμάτων ἅπτεσθαι περικαλλῶν,

Καὶ τῶν φιλοσόφων ἤθεα ξυνιέναι,

Καρπὸς ὅθενγ’ Ἀκαδημιακοῖς ὅσος ἐστὶ μέγιστος,

Τοῖς περὶ γράμματα δὴ πολλὸν ἔχουσι πόνον,

Τοῖςτε διηνέκεα σπουδὴν περὶ τάςγε μαθήσεις

Ἀσκοῦσιν, σοφίας εὖ μάλ’ ὀρεξαμένοις,