Καὶ τούτων ἀρετῶν παναρίστων μὴ ἀπολείπου,

Ευεργεῖν πολλοὺς μηδ’ ἀπόπαυε ποτὲ,

Κῦδος ἔχεις πολλὸν, δέσποιν’, ὅτι κύδεαι οὕτως

Ἀνδρῶν, πρὸς τ’ ἔλεος σοὶ γὰρ ἐνεστὶ ῥοπὴ,

Ῥωμαίων μὲν Ἰούλιος ἡγεμόνων ὀχ’ ἄριστος

Καῖσαργ’, ἐξ ἐλέους τὸ κλέος εἷλε μέγα,

Οὔ τινα γὰρ κτείνειν ἠβούλετο πλὴν ἐνὶ χάρμῃ

Ζωγρεῖν τοὺς ἄλλους χαίρετο παντὶ τρόπῳ,

Εἴ τινες ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι

Δεινὸν μὲν κεῖνος πρᾶγμ’ ἐποιεῖτο σοφῶς,