Οὐ γὰρ ἐπὶ πότμῳ τῶν ἄλλων τὸ ξίφος ἕλκει,

Ἀλλ’ ἐλεαίρει πῶς εὖγε ποιοῦσα σοφὴ,

Ἴχνεσι τοῦ Χριστοῦ πάντες βασιλῆες ὀπηδεῖν

Αξιοι, ὧν γνώμη πρὸς τ’ ἔλεόςγε ῥέπει,

Νῦν δ’ ὅτι τῷ ἐλέει γ’ ἐπιείκειαν μαλα πολλὴν

Προστίθησι, σαφῶς ῥάδιον ἐστὶν ὁρᾶν,

Τοῦτο γὰρ ἐκ πολλῶν μὴν ἀλλων ἐμφανὲς ἡμῖν

Ἀλλὰ μὲν οὖν μᾶλλονγ’ ἐξ ἑνὸς ἐστὶ μαθεῖν,

Ὅττι φιλανθρώπως ἐπιεικῶςτ’ γ’ ἄρα λαῷ

Προσφέρεται, πρᾴως πᾶσιν ἐποιχομένη,