Οὕτω γοῦν Ἄγγλοι μέγα κὲν κεχαροίατο θυμῷ

Καὶ παῖδες γ’ Ἄγγλων ὕστερον ἐσσόμενοι,

Οὕτω καὶ δολεροὺςφαύλους ἐχθροὺς ἂν πένθος ἱκάνοι,

Γαύρουςτε φράγκους, τοὺς δολερούςτε Σκότους,

Τοὺς τ’ ἄλλους, ὅσσοι νεμεσίζουσι βρετανείῃ

Τῇ πατρίδ’ ἡμῶν, ἧς κλέος ἐστὶ πολὺ,

Ταύτη γ’ οὖν εὐχὴ φιλοπατρίδος ἄνδρός ἂν εἴη,

Τῆς δὲ βασιλίσσης κῆρ ἐνὶ χερσὶ θεοῦ,

Ἀλλ’ ὅτι τοῦτο θεοῦ ἐπὶ τῷ ἐθελήματι κεῖται,

Αἴθ’ οὕτω εἴη τοῦτο θεῷγε φίλον,