Δεύτερος Ἑνρῖκος μεγάθυμος μηδέν’ ἂν εἴη

Μᾶλλον ὑπερβάλλει δ’ ἔξοχος οὗτος ἄναξ,

Τῷ Αἴαντε δυώγε μάχην πολεμόντε κορύσσειν

Δέξιοι, ἀμφότεροι δ’ ἄφρονες ἦσαν ὅμως

Ἔκδηλος μετὰ πᾶσι ποτ’ ἦν κρατερὸς Διομήδης

Ὡς μόνος Ἑλλήνων ἐσθλὸν ἄροιτο κλέος,

Τοῦδε μένος ^κ(αὶ) θάρσός ἐπαινέσσειέ τις ἴσως

Οὐκ ἀρὰ δ’ ἦν ἔμφρων οὐδὲ τὰ ἄλλα σοφὸς,

Εἴ δέ τις ἂνγ’ ἐθέλοις βασιλῆος κυδαλίμοιο

Εἰκόνα γινώσκειν, Νέστορα βάλλε νόῳ

Νέστορα