πρώφρων βασιλεὺς, δύο ὄσσεγε βριττανιείης

Τὴν Κανταβριγίην, Ὀξονιήντε ἰδὼν,

Αἷς ἄρα χρὴ ἐφορᾷν τὸν λοιπὸν κόσμον ἅπαντα

Ταῦταγ’ ἔτισε πολὺ, δῶρ’ ἐπὶ πλεῖστα φέρων,

Κοινοβιὼτε (δυὼ ὡς λαμπρὼ φωτὲ) ἔδωκεν

Φωτίζοντε καλῶς, πατρίδα βριττανίην.

Καὶ τὸ μὲν, Ὀξονίη ἐκκλησίαν ἔνθα καλεῖται

Χριστοῦ, σπουδαίων μέγα πληθος ἔχει,

Καὶ Κανταβριγίη ἑτέρου ἔλαχεν πολυτίμου

Τοὔνομα δὲ τριάδος τῆς ἱερᾶς γε φέρει,