Ἀλλὰ τὶς Ἑνρῖκον θαυμάσει ποιμένα λαῶν

Μᾶλλον ἐπαινέσσας, πρᾶγμα δὲ οὐ κατ’ ἐμὲ,

Οὗτος μὲν γὰρ ἐτίμα σύμπαντας φιλομούσους

Καὶ ῥα βοηθήσας πᾶσιν ἔδωκε κλέος

Τοῖς γε νεανίσκοις τὰ χρήματα πολλὰ χορηγῶν

Ὡς ῥα μαθησείων τῶνγε φιλῶσι καλῶν,

Ἄλλους δ’ ἐξειληλακότας πρὸς δὴ τὸ μὲν ἄκρον

Παιδείας, τιμῶν παντοδαπαῖς δόσεσι

Καὶ (τὸ διὰ βραχέων εἰπεῖν) τοῖς ἀνδράσιν ἄλλοις

Διδοὺς, παιδείας τοῖς ἀρ’ ὀρεξαμένοις,