Ἑνρῖκος δ’ ἐν πολλαῖς ἠριστεύσατο μάχαις

Ἰφθῖμος βασιλεὺς κ(αὶ) μεγάθυμος ἐὼν

Τοὐνεκα γοῦν πᾶς λᾶος ὑπεῖκονγ’ ὅ,τ,τι κὲν εἴποι

Πᾶν ἔργον, σπουδὴν ἐν φρεσὶ βαλλόμενος,

Καὶ τότε δὴ μὲν ἔσαν κάρτιστοι συστρατιώται,

Καὶ βουλῶν ξύνιον τοῦ βασιλῆος ἀεὶ,

Ὃς πάντων κρατέειν ἔγνω, πάντεσσι δ’ ἀνάσσειν

Πᾶσι δὲ σημαίνειν κ(αὶ) στρατὸν αὐτὸς ἄγειν,

Πάντων γὰρ πέρι ἦν βουλῇ, πέρι ἦνδε μάχεσθαι,

Ἡγεμόν’ αἰχμηταὶ γ’ οὐδ’ ἀθέριζον ἀεὶ,