Ἄγγλοι δὴ πολυτίμητον βασιλῆ’ ἐφιλοῦντο

Τῇ φρενὶ καὶ θυμῷ οἱγ’ ἐφιλοῦντο θεὸν,

Τὰς γὰρ τοι σπουδὰς ἀνδρῶν ἐς ἑαυτὸν ἑφέλκει

ἀρετὴ, ἄνεμοςγ’ ὡς συνάγει τὰ νέφη,

Τί δ’ ἀρ’ ἐν ἀνθρώποις πολυφήμοις ἦν ποτὲ κλειτόν;

Οὗ ἡμῶν βασιλεὺς οὐχὶ μετέσχε σοφὸς,

Τοῖς ὅπλοις μὲν Ἀλέξανδρος νικήσατο πολλοὺς

Τὸν δ’ ἀπὸ τῶν ἀρετῶν πᾶς ἐκαλεῖτο μέγαν,

Ὅςγε πολὺ πλῆθος μεγαθύμων δάμνετο ἀνδρῶν

Ἥττών περ θυμοῦ, οὐδ’ ἐνὶ πᾶσι κρατῶν,

Ἑνρῖκος