Νῦν ἄγε δὴ, ποίην ἀποδώσει χριστὸς ἀμοιβὴν

Οὐ κῦδος; τιμὴν; κ(αὶ) βιὸν αἰόνιον;

Τοῖςγε πόνοις εἴωθε θεὸς μὲν ἰσόῤῥοπα δοῦναι

Πᾶσιν γὰρ δούλοις ἐστὶ δίκαῖος ἑοῖς,

Σκηπτοῦχος βασιλεὺς δὲ γέρας οὐ λήψετ’ ὅμοιον

Τοῖς ἄλλοις, κῦδος βέλτιον ὥστε λαβεῖν,

Οὐ γάρ πω ἴσης πᾶς τὶς βροτὸς ἔμμορε τιμῆς

Αὐτῷ γοῦν μέτρῳ ἀντιδίδωσι θεὸς,

Αὐτῷ γὰρ μέτρῳ, ᾧπερ μετρεῖτε μὲν ἄλλοις

Ἀντιμετρηθῆναι χρὴ, θεὸς αὐτὸς ἔφη,