Πάντας ὑπερβάλλων ἄλλους, πατρὶ δὲ μάλιστα

Καὶ φρεσὶ κ(αὶ) σοφίᾳ, οὗτος ὅμοιος ἔην,

Ἔστι δ’ ὅταν πατρὸς γενεῇ μετόπισθεν ἀμείνων.

Οὐχ’ ἑνὶ ἀνθρώπῳ πάντα δίδωσι θεός,

Πολλὰ γὰρ Ἑνρῖκος μὲν ἄναξ ἀνδρῶν σοφὸς εὗρε

Ὅσσ’ οὐδὲ πρότερον ἐσμὲν ἐωρακότες,

Πολλὰ σοφῶς κ(αὶ) ἐπισταμένως πρώφρων ἐνόησε

Τοῖς ἐκ τοῦ Δήμου χρήσιμα πάντα φέρων,

Τῷ δὲ θεῷ πρῶτον τιμὴνγε καθεῦρε μεγίστην

Τόν ῥα περὶ πλείστου, ὡς πρέπον ἐστὶ, ποιῶν,