Ἐκπέρσαςδε πόλιν τάγε σώματα τῶν ῥα πολιτῶν

Οὐδὲ μὲν οἰωνοῖς οὐδὲ κύνεσσιν ἔδων,

Μᾶλλον γοῦν ζωγρεῖν βούλετ’ ἑλώρια εἶναι

Ζῆν δ’ ἐφίει πᾶσιν μήδ’ ὀλέκοντο τινὲς,

Χρήματα δήγ’ (οἶμαιγ’) οὐκ ἤγαγεν ἔνθαδε πολλὰ

Μήδ’ ἄφενος, μηδὲ πλοῦτον ἀρ’ εἷλε πολὺν,

Ταῦτα γὰρ αἰχμηταὶ δάσσαντο μετά σφισιν Ἄγγλοι

ὥστ’ ἄρα πάντα λαβεῖν ἄγλαα δῶρα στρατὸν,

Οἶμαι δ’ ἐξ ἀπίης γῆς λαοὺς τηλόθεν ὄντας

Ἔργα τὰ ἡμετέρου τοῦ βασιλῆος ἔχειν