Πρῆξαι δ’ ἔμπης οὔτι δύναντο μὲν, ἀλλ’ ἀπὸ θυμοῦ

Εὐφρονέοντος δὴ μᾶλλον ἄνακτος ἔσαν,

Ὅστις ἄρ’ οἶδε νοῆσαι ἅμα πρόσσω κ(αὶ) ὁπίσσω

Ὅππως οἱγ’ Ἄγγλοι οἱ μαχέοιντο σόοι,

σοφίας μάλα θαυμαστῆς ἐπὶ πράγμασι πᾶσι

ὡς φύσεως βασιλεὺς οὑτοσίγ’ εἶχε καλῶς,

Ὁς πολλοὺς ὑπὸ χεῖρας ἄγων μεν, ἀπέκτανε παύρους

Σκύλα τινῶνδε λαβὼν ἤθελεν οὐδὲ πλέον,

Βουλονίην γὰρ ἑλὼν ἔριδός ποτ’ ἐπαύσατο πάσης

Οὐκ ἔτι τοῖς ἐχθροῖς κήδεα λυγρὰ φέρων,