Νῦνδὲ ποθὴ τούτου βασιλῆος ἐφίκεται Ἄγγλους

Χραισμεῖν (σὺν δὲ θεῷ) τοῖςγε παροῦσι κακοῖς,

Σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ὧν ἀρ’ ἔχουσι,

Οὐ γὰρ τῶνγε κακῶν αἴτιός ἐστι θεὸς,

Ἄνδρα μὲν οὖν τοῦτονγ’ οὐχ’ ἕξομεν ἀχνύμενοίπερ

Ἕρκος ὅπως ἂν τοῦ πολέμοιο κακοῦ.

Ἀλλὰδὲ καὶ πρὸ τοῦγε πάλαι, μὲν ἔκτανεν ἐχθροὺς

Τοὺς Κέλτας, ἐν τῇ δηιότητι λυγρᾷ,

Τίς γὰρ τῶν πάντων οὐ μέμνηται πολέμοιο

Ὃν νέος ὢν πατρίδος τηλόθεν εἷλε ποτὲ,