Τῷ δὲ θεὸς πολλὴν καὶ ἐνὶ φρεσὶ γνῶσιν ἔθηκεν

ὡς μετὰ τῆς ῥώμης τὴν σοφίαν μὲν ἔχειν,

Ἦν πέρι δὴ ἄλλων βουλὴν πολύμητις Ὀδυσσεὺς,

Κλειτὸς δ’ Ἑνρῖκος χεῖρ’ ἅμα, τῷτε νόῳ,

Ἵκελος οὖν ἴσως τούτῳ ποτὲ δῖος Ἀχιλλεὺς,

Ἀλλ’ οὐ ψυχὴν καὶ τ’ ἄλλα ὅμοιος ἔην,

Τοῦγ’ ἐλάφου κραδίην εὑρυκρείων Ἀγαμέμνων

Εἶχε ποτ’, Ἑνρῖκος δ’ εἶχε λέοντος ἀεὶ,

Ὃς νέος ὢν πολλαῖς ἐνὶ ἠριστεύσατο μάχαις

Καὶ κρατερὰς Κελτῶν ἶφι γ’ ἔδαμνε πόλεις,