Ταῦτα δ’ ὅμως λέξω πᾶσιν φιλοπατρίσιν Ἄγγλοις,

ὥσπερ ἀφ’ ὑψηλοῦ βήματος ἔνθα βοῶν,

κράτερ’ αἰχμηταὶ πάντες τε δαΐφρονες, ὑμεῖς

τιμᾶτ’ Ἑνρῖκον τὸν βασιλῆα μέγαν,

τῆς παιδείας, καὶ τῶν γε καλῶν μαλ’ ἐρῶντες

τιμᾶτ’ πάντες τὸν βασιλῆα σοφόν,

παῖδά τ’ Ἐλίσαβετ τιμᾶτε φιλήν ποτε πατρὶ

ἰφθίμου πατρὸς τήν γε θύγατρα καλήν,

τῷ τε Θεῷ εὐχαῖς συνεχῶς εὔχεσθε δ’ ἅπαντες

ὡς ἀρετὰς αὐτὴ ἐκτελέσειε πατρός.