Τοῦ δ’ ἄρα μὲν καρποῦ καὶ νῦν ἀπολαύομεν ἡμεῖς

νῦν φανερώσαντες ῥ’ ἡμετέραν γε χαρὰν

γράμμασ’ ἐορτάζοντες τούτοις, τοῖς τ’ ἐπέεσσι.

Πλοῦτον γοῦν ἄλλον μηδέν’ ἔχουσι σχολαί,

τῆς δὲ μεγαλοπρεπείας σοῦ μὲν ἀνάξια εἶναι

οἴδαμεν, εὖ θέσθαι δ’ βασίλισσα θέλεις,

ὅττι φιλοφροσύνης, οὗ σὺ πατρὸς εὔχεαι εἶναι

μιμεῖσθ’ ὡς ἄλλας τὰς ἀρετὰς σὲ ὁρῶ.

Καὶ ῥα φιλάνθρωπός γ’ Ἀρταξάρχης λέγετ’ εἶναι

ὃς ρ’ ἔλαβεν δῶρον. Πάμμεγα μῆλον ἕχω.