ἀζόμενος πάντας, διὰ τιμῆς ἦγε μεγίστης.

Ταύτην τ’ Ὀξονίας εὖ ἐποίησε σχολήν,

διδάσκειν προκαλῶν ἐπὶ ταῖς μισθώσεσι λαμπραῖς

τῶν μὲν ἐπιστήμων εἵνεκα τῶν γε καλῶν,

τῶν τ’ ἐπιτηδευμάτων ἅπτεσθαι περικαλλῶν,

καὶ τῶν φιλοσόφων ἤθεα ξυνιέναι,

καρπὸς ὅθεν γ’ ἀκαδημιακοῖς ὅσος ἐστὶ μέγιστος.

Τοῖς περὶ γράμματα δὴ πολλὸν ἔχουσι πόνον,

τοῖς τε διηνέκεα σπουδὴν περὶ τάς γε μαθήσεις

ἀσκοῦσιν, σοφίας εὖ μάλ’ ὀρεξαμένοις.