οἱ δ’ ἐπὶ ταῖς τεχναῖς μὲν ἀγήγεραθ’ ὅσσοι ἄριστοι

τόν γε περὶ κλειτὸν καὶ βασιλῆα σοφόν.

Ὡς δὲ πάλαι Πτολομαῖος γ’ ὢν Αἰγύπτιος ἄναξ

τῶν συγγραμμάτων πλῆθος ἔδειξε μέγα,

βιβλιοθήκας τε ζητῶν λαμπρῶς κατεκόσμει

βιβλοὺς εὑρήσας πανταχόθεν γε καλάς,

εὐδοκίμους τ’ ἐπὶ τῇ παιδείᾳ ξυνεκόμιζε

δώροις καὶ μισθοῖς ἀξιῶν φιλίας.

Οὕτως Ἑνρῖκος μεγάθυμος, κοιρανὸς ἀνδρῶν

τούς τ’ ἐπὶ τῇ ἀρετῇ γράμμασί τ’ εὐδοκίμους