ὥστε ζῆν καὶ μοῖραν ἀναπλήσειν βιότοιο

εὐχόμεθα, πλεῖστόν τ’ ὠφελὲς ἔνθα λαβεῖν.

Καὶ νῦν παντὶ καλῷ ἀτελευτήτῳ ἐπὶ ἔργῳ

τοῦ πατρός, ἐντεῦθεν σύ γ’ ἐπιθὲς τὸ τέλος.

Εἴδε τις οὐκ ἀπὸ τῆς κραδίας μὴ εὔχεται οὕτως,

τῷ κὲν ἀρ’ εὐρεία χθών γε τάχιστα χάνοι.

Τοῦτο δέ, δέσποιν’ Ἄνασσ’, αἰτοῦμεν ἅπαντες,

γράμματα καὶ Μούσας μὴ ἀπόπαυε φιλεῖν,

ταῦτα γὰρ Ἑνρίκου τοῦ σοῦ πατρὸς ἥνδανε θυμῷ

ὅσπερ καὶ εὐδόκιμός γ’ ἦν ἐπὶ τοῖς γε λόγοις,