Ποιμένες οὖν λαῶν γε, Θεοῦ μὲν ἔκητι καλοῦνται

βώσκειν τὸν δῆμον πρόφρονες, ὡς ἀγέλην.

Τοὔνεκα δὴ Παῦλος παρακέκληκεν ποτὲ ἡμᾶς,

ἄλλων ἀνθρώπων σφᾶς πλέον ἁζομένους

τῶν γ’ ὑπὲρ ἀρχόντων, βασιλήων τ’ ἶφι κρατούντων

εὐχάς, καὶ ἐντεύξεις, πάντα ποιεῖν γε χρόνον,

ἤρεμον ὡς ἄρα ἡσύχιόν τε βίον διάγωμεν,

ὡς σεμνὸν πᾶν καί τ’ ἐντελὲς ἐκτελέσαι.

Τοῦτο γὰρ ἐστὶ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον ἡμῶν

τοῦ Σωτῆρος, ἀεί γ’ ὃς καλὰ πάντα θέλει,