εἰ δ’ ἄρα τῶν ἐχθρῶν τις ὑπέκφυγοι αἰπὺν ὄλεθρον

συγγνώμην ἀρχός γ’ ἴφθιμος εἶχε πολύν.

Οὕτω δὴ βασιλεῖς, αὐτοκράτορές τ’ οἱ ἄριστοι

τὴν φύσιν πρᾴως, ὡς λόγος, εἶχον ἀεί,

μᾶλλον δ’ ὅστις ἂν ἦν πολεμίζειν τε φρονέειν τε

Δεινός, καί τ’ ἀρχῆς πηδάλι’ ἦγε καλῶς.

Οὐ γὰρ ἂν ἁρμόζοι γ’ ἀρετὴ βασιλεῦσι μὲν ἄλλη

μᾶλλον τοῦ ἐλέους, τῆς τε φιλοφροσύνης,

πράγματα γὰρ κείνων οὐ σμικρ’ ἐγκέκλιται ὤμοις

δυσκηδής τ’ ἱδρῶς, καὶ πολύτλας γε πόνος.