Καὶ τούτων ἀρετῶν παναρίστων μὴ ἀπολείπου,

εὐεργεῖν πολλοὺς μηδ’ ἀπόπαυε ποτέ.

Κῦδος ἔχεις πολλόν, δέσποιν’, ὅτι κήδεαι οὕτως

ἀνδρῶν, πρός τ’ ἔλεος σοὶ γὰρ ἐνεστὶ ῥοπή.

Ῥωμαίων μὲν Ἰούλιος ἡγεμόνων ὄχ’ ἄριστος

καῖσάρ γ’, ἐξ ἐλέους τὸ κλέος εἷλε μέγα,

οὔ τινα γὰρ κτείνειν ἠβούλετο πλὴν ἐνὶ χάρμῃ.

Ζωγρεῖν τοὺς ἄλλους χαίρετο παντὶ τρόπῳ.

Εἴ τινες ἐξαπολοία τ’ ἀκήδεστοι καὶ ἄφαντοι

Δεινὸν μὲν κεῖνος πρᾶγμ’ ἐποιεῖτο σοφῶς,