Οὐ γὰρ ἐπὶ πότμῳ τῶν ἄλλων τὸ ξίφος ἕλκει,

ἀλλ’ ἐλεαίρει πῶς εὖγε ποιοῦσα σοφή.

Ἴχνεσι τοῦ Χριστοῦ πάντες βασιλῆες ὀπηδεῖν

ἄξιοι, ὧν γνώμη πρός τ’ ἔλεός γε ῥέπει,

νῦν δ’ ὅτι τῷ ἐλέει γ’ ἐπιείκειαν μάλα πολλὴν

προστίθησι. Σαφῶς ῥάδιον ἐστὶν ὁρᾶν,

τοῦτο γὰρ ἐκ πολλῶν μὴν ἄλλων ἐμφανὲς ἡμῖν

ἀλλὰ μὲν οὖν μᾶλλόν γ’ ἐξ ἑνὸς ἐστὶ μαθεῖν,

ὅττι φιλανθρώπως ἐπιεικῶς τ’ γ’ ἄρα λαῷ

προσφέρεται, πρᾴως πᾶσιν ἐποιχομένη,