σῶσον Ἐλισάβετ κατά σου ἔλεος τὸ μέγιστον

δός τ’ αὐτῇ πατρὸς τῶν προγόνων τε κλέος.

Θεέ, σύ γ’ εἶπες, μάκαρές γ’ οἰκτίρμονες εἰσί

τῷ δ’ ἐλεήσαντί γ’ ἔστ’ ἔλεός τε μέγα,

καὶ ρ’ ἐλεηθήσονται ὅσοι γ’ ἐλεήμονες εἰσί.

Τοὔνεκ’ Ἐλισάβεθ Θεὲ σῶσον ἀεὶ

ἡμεῖς γὰρ προγόνων μέγ’ ἀμείνον’ εὐχόμεθ’ εἶναι

τήν γε βασίλισσαν τήν γ’ ἐλέους ἀρετήν,

παυρότερον λαὸν πάντων ὁτ’ ἀπέκτανεν, ἔνθεν

αὑτῇ τ’ ἀρνυμένη τῇ τε πατρίδι κλέος.