Μωυσέως δ’ ἐν τάξει ταύτῃ εὐχομένοιο,

καὶ διὰ τοῦ σταυροῦ ἴσχυε λᾶος ἅπας.

Οὐδ’ ὅτι οὕτως ηὔχετο Μώσης, λᾶος ἐνίκᾳ,

κρείττων γινόμενός γ’ ἐν κρατερῷ πολέμῳ.

Ἀλλ’ ὅτι σημεῖον τοῦ σταυροῦ αὐτὸς ἐποίει,

τοῦτο δ’ Ἰουστῖνος μάρτυρ ἄριστος ἔφη.

Σταῦρον γοῦν τοῦτόν γε προτεινούσης βασιλίσσης

Ἄγγλοι νῦν λέγομεν ὡς στόματός γ’ ἀφ’ ἑνός,

Παντοκράτωρ Θεὲ τοῦθ’ ἡμῖν κρήῃνον ἐέλδωρ,

Ἐλισάβετ, καὶ τὴν πατρίδα σῶσον ἀεί,