Ἐστὶ γὰρ εὐφρονεούντων μέν γ’ εὔχεσθαι ἄριστα,

τῷ Χριστῷ μελέτω πάντα δὲ τἄλλα Θεῷ.

Εἶς οἰωνὸς ἄριστος ἀμύνασθαι περὶ πάτρης

ὀρθῶς μὲν ποτὲ δὴ κλειτὸς Ὅμηρος ἔφη,

ἀλλ’ εὔχεσθαι ὑπὲρ πατρίδος πολὺ φέρτερόν ἐστι.

Ὡς Μώσης ἐποίει δῆλον ἐνὶ πολέμῳ,

ὅς γ’ ἄρα τῷ Ἀμαλὴκ τοῦ λαοῦ δὴ πολεμοῦντος

Ηὔχετ’ ἑκάτερθεν πολλά γε χεῖρας ἔχων,

Ὠρ δὲ πανῆμαρ καὶ Ἀαρὼν ὑπεβάσταζον αὐτὰς

σχῆμα δὲ τοῦ σταυροῦ χεῖρες ἀρ’ εἶχον ἅμα.