Οὕτω γοῦν Ἄγγλοι μέγα κὲν κεχαροίατο θυμῷ

καὶ παῖδές γ’ Ἄγγλων ὕστερον ἐσσόμενοι,

οὕτω καὶ φαύλους ἐχθροὺς ἂν πένθος ἱκάνοι,

γαύρους τε Φράγκους, τοὺς δολερούς τε Σκότους,

τούς τ’ ἄλλους, ὅσσοι νεμεσίζουσι Βρετανείῃ

τῇ πατρίδ’ ἡμῶν, ἧς κλέος ἐστὶ πολύ.

Ταύτη γ’ οὖν εὐχὴ φιλοπατρίδος ἄνδρός ἂν εἴη,

τῆς δὲ βασιλίσσης κῆρ ἐνὶ χερσὶ Θεοῦ.

Ἀλλ’ ὅτι τοῦτο Θεοῦ ἐπὶ τῷ ἐθελήματι κεῖται,

αἴθ’ οὕτω εἴη τοῦτο Θεῷ γε φίλον.