ἔκγονον Ἑνρίκου πάππου, τῆς τ’ Ἐλισαβήτης

μητρός, Βρεττάνοις ἐλπίδα πᾶσαν ἄγειν,

καὶ πολλοὶ κὲν ἐπὶ γεννήσει τοῦ γε χαροῖεν

ὡς ἄρα τῶν προγόνων τὸ κλέος ἐσθλὸν ἄρῃ.

Ὡς κὲν γηθόσυνος κῆρ τις θεοπρόπιον εἴπῃ

καὶ τετελεσμένον ἂν τοῦτο γένοιτο ποτὲ

ὧδε μὲν οὖν Ἄγγλος τις ἰδὼν εἰς πλησίον ἄλλον

ταῦτα μὲν ἐξείπῃ ῥήματ’ ἐϋφρονέων,

"Οὗτος, ὁρᾶς, υἷος μέγα φῶς τῇ πατρίδι λάμπον

φύλοπιν ἄν γ’ ἀφέλῃ τὰς ἔριδάς τε κακάς."