οὕτως εὐξαίμην ἀγαθοῦ παιδός τε γενέσθαι.

Μητέρ’ Ἐλιζάβετ, μακρά τ’ ἔτη γε βιοῦν.

Τοὔνομα δὴ τοῦτο πλείστων ἀντάξιον ἄλλων,

ἐλπίδα τοῖς Ἄγγλοις νῦν παρέχει τε πολλήν.

Ὡς γὰρ Ἐλισάβετ στεῖρα μὲν ἐτύγχανεν οὖσα

ἀλλὰ κατ’ εὔκαιρον καιρὸν ἔτεξε βρέφος,

οὕτως περίφρων μὲν ἄνασσα, ἀλλὰ ἄτεκνος

κούρη Ἑνρίκου οὗ κλέος ἐστὶ μέγα

νῦν Ἄγγλοις μέγα κῦδος Ἐλισάβετ ἶφι φέρουσα

γεννήσει ποτὲ δὴ πατρίδι παῖδα καλόν,