οὕτως δὴ ἀπὸ τοῦδε γένους, ἄνθη τρία κλειτά,

βλαστήσαντ’ Ἄγγλοις καρπὸν ἔδωκε πολύν,

πρῶτον Ἐδωάρδον μινυνθάδιόν περ ἐόντα

σκηπτοῦχόν γ’ ἀρχὸν καὶ βασιλῆα καλόν,

εἶτα δὲ τὴν Μαριὰμ βασιλίσσαν κυδιάνειραν

ἣν τεθνηκυῖαν νῦν μὲν Ὄλυμπος ἔχει.

Πάγκαλον οὖν βλάστημα τρίτον νῦν εἴδομεν ἄλλο

καὶ μὲν Ἐλιζάβετ τοὔνομα κλειτὸν ἔχει.

Ὡς γὰρ Ἐλιζάβετ φωνὴ ἱερά τε καλή τε

νῦν εὐχὴν ὀρθῶς μοι παρέχουσα καλὴν