Νέστορα τὸν πολύκλειτον ἐνὶ φρεσὶ βάλλεο σῇσι

ὅς γ’ ἐναλίγκιος ἦν, παντὶ τρόπῳ, βασιλεῖ,

ὅς γ’ ἅμα τε κρατερὸς γένετο κατὰ φύλοπιν αἰνὴν

συμφράδμών τ’ ἀγαθός, πυκινός, ἐϋφρονέων.

Εἰ γοῦν ἐκ θανάτου παλίνορσος νῦν ἄρα κεῖνος

ἔνθα παρείη πῶς, τοῦ γε ἔκητι Θεοῦ,

τοῖος ἐών, οἷον πάντες ῥ’ ἐνοήσαμεν ἡμεῖς

κάρτερον αἰχμητὴν καὶ βασιλῆα σοφόν,

τοῖος ἐὼν ἐχθροῖσιν ὁμιλήσειε παραστὰς

ὠκύμοροι πάντες οἵ γε γένοιντο τάχα.