Δεύτερος Ἑνρῖκος μεγάθυμος μηδέν’ ἂν εἴη

μᾶλλον ὑπερβάλλει δ’ ἔξοχος οὗτος ἄναξ.

Τῷ Αἴαν τε δυώ γε μάχην πολεμόν τε κορύσσειν

δέξιοι, ἀμφότεροι δ’ ἄφρονες ἦσαν ὅμως.

Ἔκδηλος μετὰ πᾶσι ποτ’ ἦν κρατερὸς Διομήδης

ὡς μόνος Ἑλλήνων ἐσθλὸν ἄροιτο κλέος,

τοῦδε μένος καὶ θάρσος ἐπαινέσσειέ τις ἴσως

οὐκ ἀρὰ δ’ ἦν ἔμφρων οὐδὲ τὰ ἄλλα σοφός.

Εἴ δέ τις ἄν γ’ ἐθέλοις βασιλῆος κυδαλίμοιο

εἰκόνα γινώσκειν, Νέστορα βάλλε νόῳ