Οἴδαμεν ὅττι Διῒ Ὀδυσεὺς μῆτιν ἀτάλαντος

ἀλλ’ ἐν τῷ πολέμῳ οὐκ ἐναρίθμιος ἦν,

καὶ βουλὴν ἀγαθός περ ἐών, δειλὸς καὶ ἄναλκις

ὡς ἕτερον χωλὸς τὸν πόδα, ἦν ἀτελής,

ἀπτόλεμος Πάρις, πρὸς πράγματα χρήσιμος ἄλλα,

βουλὰς ἐξάρχων πολλά τ’ ἐϋφρονέων.

Ἀλλὰ μὲν Ἑνρῖκος ἄμφω μέγ’ ἄριστον ἔρεξεν

συμβουλεύσας ἠδὲ μαχησάμενος.

Οὐδένος ἦν χείρων, οὐτὲ φρένας οὐτέ τι ἔργα

οὐ δέμας, οὐ ῥώμην, οὐ νόον, οὔτε φυήν.