πρόφρων βασιλεύς, δύο ὄσσε γε Βριττανίειης

τὴν Κανταβριγίην Ὀξονιήν τε ἰδών,

αἷς ἄρα χρὴ ἐφορᾷν τὸν λοιπὸν κόσμον ἅπαντα

ταῦτά γ’ ἔτισε πολύ, δῶρ’ ἐπὶ πλεῖστα φέρων.

Κοινοβίω τε (δυὼ ὡς λαμπρὼ φωτὲ) ἔδωκεν

φωτίζον τε καλῶς πατρίδα Βριττανίην.

Καὶ τὸ μέν, Ὀξονίῃ ἐκκλησίαν ἔνθα καλεῖται

Χριστοῦ, σπουδαίων μέγα πλῆθος ἔχει,

καὶ Κανταβριγίη ἑτέρου ἔλαχεν πολυτίμου

τοὔνομα δὲ Τριάδος τῆς ἱερᾶς γε φέρει.