ἀλλὰ τὶς Ἑνρῖκον θαυμάσει ποιμένα λαῶν

μᾶλλον ἐπαινέσας, πρᾶγμα δὲ οὐ κατ’ ἐμέ.

Οὗτος μὲν γὰρ ἐτίμα σύμπαντας φιλομούσους

καὶ ῥα βοηθήσας πᾶσιν ἔδωκε κλέος

τοῖς γε νεανίσκοις τὰ χρήματα πολλὰ χορηγῶν

ὡς ῥα μαθησείων τῶν γε φιλῶσι καλῶν,

ἄλλους δ’ ἐξειληλακότας πρὸς δὴ τὸ μὲν ἄκρον

παιδείας, τιμῶν παντοδαπαῖς δόσεσι

καὶ (τὸ διὰ βραχέων εἰπεῖν) τοῖς ἀνδράσιν ἄλλοις

διδούς, παιδείας τοῖς ἀρ’ ὀρεξαμένοις.