πᾶς δέ τις εἰς πόλεμον σὺν ἀριστεύσαντί γ’ ἄνακτι

τέτληκεν ῥ’ ἱέναι εἵνεκα τῆς γε νίκης.

Οὐδ’ ἀπίθησε ποτὲ στρατιώτης, οὐδ’ ἀθέριζε

θνῆσκε δὲ ἐκπάγλως θυμὸν ὀλεσσάμενος.

Οὗτος Ἀλέξανδρον πολλοῖς νικᾷ παρασάγγαις

ὡς ἄρα τῇ σοφίᾳ πάντα ἰθυνόμενος,

ἧς μὲν Ἀλέξανδρός γε στερούμενος, ἔμπεσεν ἄφρων

δειναῖς δυστυχίαις, πήματα λυγρὰ λαβών.

Πλεῖστα μινυνθάδιός περ ἐὼν ὁλοῇς φρεσὶν ᾗσι

ἔν γε βίῳ ἔπαθεν καὶ γ’ ἔπραττε κακῶς.