Ἑνρῖκος δ’ ἐν πολλαῖς ἠριστεύσατο μάχαις

ἰφθῖμος βασιλεὺς καὶ μεγάθυμος ἐὼν

τοὔνεκα γοῦν πᾶς λᾶος ὑπεῖκόν γ’ ὅ,ττι κὲν εἴποι

πᾶν ἔργον, σπουδὴν ἐν φρεσὶ βαλλόμενος.

Καὶ τότε δὴ μὲν ἔσαν κάρτιστοι συστρατιῶται,

καὶ βουλῶν ξύνιον τοῦ βασιλῆος ἀεί,

ὃς πάντων κρατέειν ἔγνω, πάντεσσι δ’ ἀνάσσειν

πᾶσι δὲ σημαίνειν καὶ στρατὸν αὐτὸς ἄγειν.

Πάντων γὰρ πέρι ἦν βουλῇ, πέρι ἦν δε μάχεσθαι,

ἡγεμόν’ αἰχμηταί γ’ οὐδ’ ἀθέριζον ἀεί,