Ἄγγλοι δὴ πολυτίμητον βασιλῆ’ ἐφιλοῦντο

τῇ φρενὶ καὶ θυμῷ οἵ γ’ ἐφιλοῦντο Θεόν.

Τὰς γάρ τοι σπουδὰς ἀνδρῶν ἐς ἑαυτὸν ἑφέλκει

ἀρετή, ἄνεμός γ’ ὡς συνάγει τὰ νέφη.

Τί δ’ ἆρ’ ἐν ἀνθρώποις πολυφήμοις ἦν ποτὲ κλειτόν,

οὗ ἡμῶν βασιλεὺς οὐχὶ μετέσχε σοφός;

Τοῖς ὅπλοις μὲν Ἀλέξανδρος νίκησε πολλοὺς

τὸν δ’ ἀπὸ τῶν ἀρετῶν πᾶς ἐκαλεῖτο μέγαν,

ὅς γε πολὺ πλῆθος μεγαθύμων δάμνετο ἀνδρῶν

ἥττων περ θυμοῦ, οὐδ’ ἐνὶ πᾶσι κρατῶν.