Καὶ νῦν ἄνθρωποι ζῶντες ρ’ εὐδαίμονες ἐσμὲν

οἷς ποτὲ δὴ συνέβη πάνσοφος οὗτος ἄναξ.

Τὴν πολιτείαν δ’ εἶπε Πλάτων εὐδαίμονα εἶναι

ἧς σοφὸς αὐτοκράτωρ καὶ φιλόμουσος ἀνήρ.

Πάντες γοῦν μάκαρες, μᾶλλον δὲ τρισόλβιοι ἡμεῖς,

νῦν δὲ χαρὰν πολλὴν ἐν φρεσὶ καιρὸς ἔχειν,

ἡμῖν γάρ τ’ ὄφελος μέγα, κ’ ἀνδράσιν ἐσσομένοισι

οἳ δὴ γνώσουσιν τὸν βασιλῆα μέγαν.

Οὐ μὴν οὐκ ὀλίγος κλειτοῦ βασιλῆος ἔπαινος

τὴν ὅτι παιδείαν γ’ ὡς καλὰ πάντ’ ἐφίλει,