τοὔνεκα δὴ δόξην ἀκαδημία γ’ εἴχετον ἄμφω

καὶ τιμὴν πολλὴν καὶ κλέος ἀθάνατον.

Ὡς ἀπὸ τῆς Τροίης ἵππου (φασὶν) ἔνθεν ἀρίστων

καὶ τῶν εὐδοκίμων πλῆθος ἴησι βροτῶν,

οἵ τινες ἔν τε λόγοις καὶ πράγμασιν εἰσὶν ὅμοιοι

Πατρᾶσι χρηστοῖς τοῖς γε παλαιοτέροις.

Τοίους γὰρ πολλοὺς ἐντεῦθεν ἴδοιτό τις ἄνδρας

οἷος ἀποστολικός γ’ ἦν ποτὲ Κυπριανὸς

ἄρα Γρηγόριος, καὶ δὴ Χρυσόστομος αὐτὸς

δῖος Κλήμενς, Βασίλειός τε μέγας.