Μάρτυρες οἱ Κανταβρίγιοί τε καὶ Ὀξονιαῖοι

ὅσσοι ταῖς βίβλοις νοῦν προσέχουσι καλαῖς,

οὕνεκα δὲ γλώσσας διδασκέμεναί γε μαθητὰς

τοὺς Ἑρμηνευτὰς πρῶτος ἔδωκεν ἔχειν.

Οἱ νομοδίδακταί γε, θεολόγοι, οἵ τε ἰατροὶ

γλώσσα τε Ἑλλήνων, ἑβραϊκοί τε λόγοι

τὴν εὐεργεσίαν προὐπαρξαμένην βασιλῆος

δηλώσουσιν ἀεί γ’ ἀνδράσιν ἐσσομένοις.

Πέντε γὰρ Ἑρμηνευταῖς, τεχνῶν εἰδόσι τούτων,

μισθόν, τετράκις μνᾶς ἀρ’ ἔδωκε δέκα,