Οὕτως παιδεία τρόπων μετέχουσα κακίστων

φθίνει (τῆς ἀρετῆς νοσφί ἐοῦσα) νόον.

Γράμματα γοῦν ταύτην ἔπορεν βασιλῆος ἕκητι

ὅς γ’ ἔτι νῦν ἀνθεῖν γράμματα πάντα ποιεῖ,

τῶν Μουσῶν μὲν ἠρᾶτο, ἐπεὶ τὰ γράμματα αὐτὸς

οἶδεν, καὶ πολλῶν ἦν μάλ’ ἐπιστάμενος,

καὶ τοῖς σπουδαίοις τὰ χρήματ’ ἔδωκεν ἀφειδῶς

ὡς ἄψωσι λόγων ὧν κλέος ἐστὶ μέγα.

Τὰς γὰρ ἐπιστήμας ἐπὶ μισθοῖς οὐκ ἀρ’ ὀλίγοις

ἀνθεῖν ἀμφοτέραις ταῖς ἐκέλευε σχολαῖς.