Τί δ’ οὖν ἐστὶν λέξω; Τοῦτο δὲ τί καλὸν ἔργον;

Ῥήματα συστείλας βούλομ’ ἅπαντα λέγειν.

Οὐδένα μὴν ἔλαθέν γ’ Ἑνρῖκος ἄναξ πολύκλειτος

πάντα περὶ πλείστου γράμματ’ ἄριστα ποιῶν.

Ἔστι δὲ τῆς ἀρετῆς ῥίζη τὰ γράμματα πάσης

τοὺς δὲ Θεοῦ δούλους χρὴ ἀρετήν γε φιλεῖν.

Τόσσον γὰρ χωρὶς ἀρετῆς τὰ γράμματα χραισμεῖ,

ὅσσον ἄνευ ψυχῆς σώματα τεθνεώτα,

καρπὸν δ’ ὡς ἀπολυμαίνεσθαι, γαῖα πέφυκε

αὐχμώδης, ὑετός γ’ ἥν ποτε οὐχὶ βρέχει.