Οὐ προῖκ’ οὖν ἔσται μακρὸν καιρὸν πεπονηκὼς

τῷ δὲ Θεὸς δώσει ἄγλαα δῶρα φέρων.

Λήψει δ’ ὄλβον, ἐπεὶ αὐτῷ καλὰ πάντα μέμηλε

οὐδ’ ἐν προσθήκης τὸν Θεὸν εἶχε μέρει.

Ἔσται δ’ εὐδαίμων μισθοὺς πολλούς τε καλούς τε

δῶρά τ’ ἀπὸ Χριστοῦ τίμια ληψόμενος.

Μισθὸν ἕνα λήψει πολλῶν ἀντάξιον ἄλλων

αὐτῷ γὰρ μέτρῳ πᾶσι Θεός γε μετρεῖ.

Τοὔνεκα γοῦν δώσει μισθὸν μὲν τίμιον αὐτῷ

ἀνθ’ ὧν ἔν γ’ ἔργῳ τόσσ’ ἐπόνησε καλῷ.