Ὡς ὅτε μὶν Ἄρχον ἱεραῖς ἱλάσκεται εὐχαῖς

τῷ συγγινώσκει λαῷ ἔπειτα Θεός,

εἰ δὲ ποτὲ φαύλως κὲν ἄναξ τοὐναντίον ἕρδοι

κήδεα πανδημεὶ χεὶρ ἐφΐησι Θεοῦ.

Τοὺς δὲ τρόπους ἀνδρῶν βασιλεὺς ὅτ’ ἰθύνετο πολλῶν

τοὔνεκα νῦν πλείους τόν γε σέβουσι Θεόν,

ἀνθ’ ὧν Χριστός γ’, ὃς ὑπέρτατα δώματα ναίει,

ὄλβον τῷ δώσει καὶ κλέος ἀθάνατον.

Οὕτω γοῦν μέλλει προσφωνεῖν δοῦλον ἑαυτοῦ,

Εὖ γε φίλη κεφαλή, ἐλθὲ τάλαντα λαβέ.