Τὸν Χριστὸν συνεχῶς εὐχαῖς ἱλάσκετο πολλαῖς,

εὖ εἰδώς τε γραφῆς τῶν ἱερῶν τε λόγων,

ἄξια δὲ μνήμης τινὰ γέγραφεν, ὥστε μέγιστον

τέκμωρ εἶναι, ὅσα γ’ οἱ πόρε δῶρα Θεός.

Τὰς δὲ Θεοῦ δήμῳ δηλώσας παντὶ θέμιστας

ηὔξετο τὴν ἀρετήν, ἐν χάριτ’ ἦν δε Θεῷ.

Ἥδιόν ἐστι Θεῷ γ’ οὐδέν, χαριέστερον οὐδὲν

ἐπανορθοῦσθαι τοῖσι βροτοῖσι βίον.

Πολλάκις Χριστός, ἄρχοντός γ’ εἵνεκα, δήμῳ

ἵλαος ὤν, ἄλλους οὐδὲν ἔτισε ποτέ.