Πάντας ὑπερβάλλων ἄλλους, πατρὶ δὲ μάλιστα

καὶ φρεσὶ καὶ σοφίᾳ, οὗτος ὅμοιος ἔην,

ἔστι δ’ ὅταν πατρὸς γενεῇ μετόπισθεν ἀμείνων.

Οὐχ’ ἑνὶ ἀνθρώπῳ πάντα δίδωσι Θεός·

πολλὰ γὰρ Ἑνρῖκος ἄναξ ἀνδρῶν σοφὸς εὗρε

ὅσσ’ οὐδὲ πρότερον ἐσμὲν ἑωρακότες.

Πολλὰ σοφῶς καὶ ἐπισταμένως πρόφρων ἐνόησε

τοῖς ἐκ τοῦ δήμου χρήσιμα πάντα φέρων.

Τῷ δὲ Θεῷ πρῶτον τιμήν γε καθεῦρε μεγίστην

τόν ῥα περὶ πλείστου, ὡς πρέπον ἐστί, ποιῶν.