Οὐκ ἄγνωστα λέγω, ὅτι καρτίστῳ βασιλῆι

πᾶς φρεσὶ λᾶος ἕκων πείθετο, οὐχὶ φόβῳ.

Πάντες ἐτίμησαν βασιλῆά γε ποιμένα λαῶν

ὡς δὴ τοὺς πατέρας υἷες ἀπὸ κραδίης,

ἐντεῦθεν πάσης βασιλείας πράγματα ἤνθουν

πολιτευομένων ἦν δ’ ὁμόνοια πολλή,

ὡς εἶναι μάκαρές γ’ ἐδόκουν μὲν πάντες ἑαυτοῖς

ζῶντες ὑπ’ Ἑνρίκου, Ὄγδοον ὅν γ’ ἐκάλουν.

Ὄγδοος οὖν λεχθείς, ἡμεῖς ὅτι εἴχομεν ἕπτα

οἵ τ’ αὐτὸ πρότερον τοὔνομα δὴ ἔλαχον.